Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.35 Joseph. AJ 3.39 (English) >>Joseph. AJ 3.44

3.38οἱ δὲ τῷ παραδόξῳ τοῦ γεγονότος κατεπλάγησαν, καὶ πρὸς τὴν ὄψιν αὐτοῖς ἤδη τὸ δίψος ἔληγε, καὶ πίνουσιν ἡδὺ καὶ γλυκὺ τὸ νᾶμα καὶ οἷον ἂν εἴη θεοῦ τὸ δῶρον δόντος ἐφαίνετο· τόν τε οὖν Μωυσῆν ἐθαύμαζον οὕτως ὑπὸ τοῦ θεοῦ τετιμημένον, καὶ θυσίαις ἠμείβοντο τὴν τοῦ θεοῦ περὶ αὐτοὺς πρόνοιαν. δηλοῖ δὲ ἐν τῷ ἱερῷ ἀνακειμένη γραφὴ τὸν θεὸν προειπεῖν Μωυσεῖ οὕτως ἐκ τῆς πέτρας ἀναδοθήσεσθαι ὕδωρ. 3.39

Τοῦ δὲ Ἑβραίων ὀνόματος ἤδη πολλοῦ κατὰ πάντας διαβοωμένου καὶ τοῦ περὶ αὐτῶν λόγου φοιτῶντος ἐν φόβῳ συνέβαινεν οὐ μικρῷ τοὺς ἐπιχωρίους εἶναι, καὶ πρεσβευόμενοι πρὸς ἀλλήλους παρεκάλουν ἀμύνειν καὶ πειρᾶσθαι τοὺς ἄνδρας διαφθείρειν. 3.40ἐτύγχανον δὲ οἱ πρὸς τοῦτο ἐνάγοντες οἵ τε τὴν Γοβολῖτιν καὶ τὴν Πέτραν κατοικοῦντες, οἳ καλοῦνται μὲν Ἀμαληκῖται, μαχιμώτατοι δὲ τῶν ἐκεῖσε ἐθνῶν ὑπῆρχον, ὧν πέμποντες οἱ βασιλεῖς ἀλλήλους τε καὶ τοὺς περιοίκους ἐπὶ τὸν πρὸς Ἑβραίους πόλεμον παρεκάλουν, στρατὸν ἀλλότριον καὶ τῆς Αἰγυπτίων ἀποδράντα δουλείας ἐφεδρεύειν αὐτοῖς λέγοντες, 3.41ὃν οὐ καλῶς ἔχει περιορᾶν, ἀλλὰ πρὶν λαβεῖν ἰσχὺν καὶ παρελθεῖν εἰς εὐπορίαν καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς κατάρξαι μάχης θαρρήσαντας τῷ μηδὲν αὐτοῖς παρʼ ἡμῶν ἀπαντᾶν καταλύειν ἀσφαλὲς καὶ σῶφρον δίκην αὐτοὺς καὶ περὶ τῆς ἐρήμου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἀπαιτοῦντας, ἀλλʼ οὐχ ὅταν ταῖς πόλεσιν ἡμῶν καὶ τοῖς ἀγαθοῖς ἐπιβάλωσι τὰς χεῖρας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.35 Joseph. AJ 3.39 (English) >>Joseph. AJ 3.44

Powered by PhiloLogic